Τρίτη 10 Ιουλίου 2018

29 Ἰουλίου 2013, καὶ ὥρα 7:24, ἀπὸ τὸν ΚΛΙΝΟΣΟΦΙΣΤΗ.
..
Ἀρχαῖοι Ἕλληνες Λυρικοὶ Ποιητές.

4ον.

Μίμνερμος, Ἡ νιότη.

Ἡμεῖς δ' οἷά τε φύλλα φύει πολυάνθεμος ὥρη
ἔαρος͵ ὅτ' αἶψ΄ αὐγῇσ' αὔξεται ἠελίου͵
τοῖσ' ἴκελοι πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης
τερπόμεθα͵ πρὸς θεῶν εἰδότες οὔτε κακὸν
οὔτ' ἀγαθόν. Κῆρες δὲ παρεστήκασι μέλαιναι͵
ἥ μὲν ἔχουσα τέλος γήρατος ἀργαλέου͵
ἡ δ' ἑτέρη θανάτοιο· μίνυνθα δὲ γίγνεται ἥβης
καρπός͵ ὅσον τ' ἐπὶ γῆν κίδναται ἠέλιος.

αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος παραμείψεται ὥρης͵
αὐτίκα τεθνάμεναι βέλτιον ἢ βίοτος·
πολλὰ γὰρ ἐν θυμῷ κακὰ γίνεται· ἄλλοτε οἶκος
τρυχοῦται, πενίης δ' ἔργ' ὀδυνηρὰ πέλει·
ἄλλος δ' αὖ παίδων ἐπιδεύεται, ὧν τε μάλιστα
ἱμείρων κατὰ γῆς ἔρχεται εἰς Ἀίδην·
ἄλλος νοῦσον ἔχει θυμοφθόρον· οὐδέ τις ἔστιν
ἀνθρώπων, ᾧ Ζεὺς μὴ κακὰ πολλὰ διδοῖ.
~~~~
Κι' ἐμεῖς, μ' ὅσα γεννᾶ ἡ λουλουδιαστὴ Ἄνοιξη φῦλλα, ἴδιοι,
μὲ τὶς ἠλιαχτίδες αὐξάνουμε,
γιὰ χρόνον ἐλάχιστο στὴν ἀνθισμένη μας νιότη,
χαιρόμαστε, μὴ μαθαίνοντας ἀπ' τοὺς θεοὺς τί τὸ κακὸ
τί τὸ καλό. Οἱ σκοτεινὲς Θανατηφόρες Μοῖρες παραστέκουν,
ἡ μιὰ βαστῶντας φριχτὰ γηρατειά,
ἡ ἄλλη φέρνοντας θάνατο πρὶν τῆς ὥρας· λίγο μόλις καρπίζει
ἡ νιότη, ὅσο στὴν γῆ μιὰ μέρα ξαπλώνει ὁ ἥλιος.

Μὰ σὰν διαβεῖς αὐτὰ τὰ χρόνια, κάλλιο μεμιᾶς ὁ θάνατος
παρὰ ἡ ζήση· πολλὰ δεινὰ στὴν ψυχὴ βαραίνουν·
ἄλλου τὸ βιὸς κουρελιάζεται καὶ πέφτει σὲ φτώχεια ὀδυνηρή·
ἄλλου τὸ χάσιμο παιδιῶν ποὺ τὰ ποθεῖ
στὸν Ἅδη τὸν στέλνει στερημένο·
ἆλλος πάει ἀπὸ σαράκι· ἄνθρωπος δὲν ὑπάρχει
π' ὁ Δίας νὰ μὴν τοῦ στέλνει ἀμέτρητα κακά.
μετ.: Ἰάνης Λὸ Σκόκκο.
~~~~
Ὅλα τὰ λυρικά,
θἄθελα νὰ τὰ ἀφιερώσω στὸν
Σπύρο, τὸν γυιό μου.
Ἐλπίζω νὰ κατορθώσω
νὰ τοῦ δώσω πολλὲς ἀφορμὲς ἀκόμα νὰ μὲ θυμᾶται...

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου